Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.67 | Dem. 21.70 (English) | >>Dem. 21.73 |
21.69νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησεν , ἐν ᾧ τὸν δῆμον ἐτίμησεν ἄν , οὐδʼ ἐνεανιεύσατο τοιοῦτον οὐδέν · ἐμοὶ δʼ , ὃς εἴτε τις , ὦ ἄνδρες Ἀθηναῖοι , βούλεται νομίσαι μανίαν (μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν ), εἴτε καὶ φιλοτιμίᾳ χορηγὸς ὑπέστην , οὕτω φανερῶς καὶ μιαρῶς ἐπηρεάζων παρηκολούθησεν ὥστε μηδὲ τῶν ἱερῶν ἱματίων μηδὲ τοῦ χοροῦ μηδὲ τοῦ σώματος τὼ χεῖρε τελευτῶν ἀποσχέσθαι μου .
εἰ τοίνυν τις ὑμῶν , ὦ ἄνδρες Ἀθηναῖοι , ἄλλως πως ἔχει τὴν ὀργὴν ἐπὶ Μειδίαν ἢ ὡς δέον αὐτὸν τεθνάναι , οὐκ ὀρθῶς ἔχει . οὐ γάρ ἐστι δίκαιον οὐδὲ προσῆκον τὴν τοῦ παθόντος εὐλάβειαν τῷ μηδὲν ὑποστειλαμένῳ πρὸς ὕβριν μερίδʼ εἰς σωτηρίαν ὑπάρχειν , ἀλλὰ τὸν μὲν ὡς ἁπάντων τῶν ἀνηκέστων αἴτιον κολάζειν προσήκει , τῷ δʼ ἐπὶ τοῦ βοηθεῖν ἀποδιδόναι τὴν χάριν .
21.71οὐδὲ γὰρ αὖ τοῦτʼ ἔστιν εἰπεῖν , ὡς οὐ γεγενημένου πώποτʼ οὐδενὸς ἐκ τῶν τοιούτων δεινοῦ τῷ λόγῳ τὸ πρᾶγμʼ ἐγὼ νῦν αἴρω καὶ φοβερὸν ποιῶ . πολλοῦ γε καὶ δεῖ . ἀλλʼ ἴσασιν ἅπαντες , εἰ δὲ μή , πολλοί γε , Εὔθυνον τὸν παλαίσαντά ποτʼ ἐκεῖνον , τὸν νεανίσκον , καὶ Σώφιλον τὸν παγκρατιαστήν (ἰσχυρός τις ἦν , μέλας , εὖ οἶδʼ ὅτι γιγνώσκουσίν τινες ὑμῶν ὃν λέγω ,) τοῦτον ἐν Σάμῳ ἐν συνουσίᾳ τινὶ καὶ διατριβῇ οὕτως ἰδίᾳ , ὅτι ὁ τύπτων αὐτὸν ὑβρίζειν ᾤετο , ἀμυνάμενον οὕτως ὥστε καὶ ἀποκτεῖναι . ἴσασιν Εὐαίωνα πολλοὶ τὸν Λεωδάμαντος ἀδελφόν , ἀποκτείναντα Βοιωτὸν ἐν δείπνῳ καὶ συνόδῳ κοινῇ διὰ πληγὴν μίαν .
21.70
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.67 | Dem. 21.70 (English) | >>Dem. 21.73 |